Χριστούγεννα: Τα πιο όμορφα προεόρτια τροπάρια των Χριστουγέννων
The Uncut Mountain: Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκὼν σε; τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν, μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τὸ μέγα ἔλεος.
Αποποίηση ευθυνών: Σας ενημερώνουμε ότι αυτό το κανάλι μεταφέρει από Ελληνικά και Ξένα κανάλια ειδήσεις ή/και εκπομπές με θέματα και θεματολογία με την οποία δεν συμφωνούμε ή διαφωνούμε απαραίτητα. Όλα τα πνευματικά δικαιώματα και η διαχείρισή τους ανήκουν στο εκάστοτε κανάλι η ανεξάρτητο παραγωγό. Ο δικός μας ο σκοπός, ως εκ τούτου είναι ΜΟΝΟ ενημερωτικός και ο ρόλος μας ουδέτερος σε ιδέες ή/και συμπεριφορές.
☝🏼 Το κανάλι μας δεν συμφωνεί απαραίτητα με τις απόψεις που προβάλλονται στα βίντεο